1206行目への注釈

行目への注釈⇒

ギリシア語原文

Vers. 1206.

Ὠγύγου σπαρτὸς λεὼς] Ὤγυγος, ἀρχαῖος βασιλεὺς Θηβῶν, ἀφ᾽ οὗ καὶ Ὠγύγιαι πύλαι ἐν Θήβαις. Ἐκ τούτου δὲ καὶ πᾶν τὸ ἀρχαῖον ὠγύγιόν φασι, διὰ τὸ πολὺ αὐτὸν γενέσθαι ἀρχαιοτατον. Ὁ δὲ Ὤγυγος υἱὸς ἦν Ποσειδῶνος καὶ Ἀλίστρας. Λύκος δὲ ἐν τῷ περὶ Θηβῶν ἱστορεῖ·
» Μετὰ τὰ
» κατὰ τὸν Δευκαλίωαν Ζεὺς μιγεὶς Ἰοδάμᾳ, τῆ Ἰτώνου
» τοῦ Ἀμφικτύονος, γεννᾶ Θήβην, ἣν δίδωσιν Ὠγύγῳ,
» ἀφ᾽ οὗ Ὠγυγίη ἡ Θήβη«
Ἄλλος δὲ πάλιν ἱστορικὸς κράφει· Ζεὺς Θήβη μιγεὶς, Αἴγυπτον γεννᾷ, οὗ θυγάτηρ Κάρχη, ἀφ᾽ ὧν ἥ τε τῆς Αἰγύπτου πόλις Θήβη ἐκλήθη, καὶ ἡ Καρχηδὼν νῆσος. Καὶ ὁ Ὤγυγος Θηβῶν Αἰγυπτίων ἦν βασιλεὺς, ὅθεν ὁ Κάδμος ὑπῆρχεν, ὃς ἐλθὼν ἐν Ἑλλάδι, τὰς ἑπταπύλους ἔκτισε, καὶ Ὠγυγίας πύλας ἐκάλεσε, πάντα ποήσας εἰς ὄνομα τῶν Αἰγυπτίων Θηβῶν. Ἄλλοι δὲ ἀπὸ τῆς σφαγιασθείσης ὑπὸ τοῦ Κάδμου βοός φασι Θήβην τὴν ἑπτάπύλον κληθῆναι· Θήβη γὰρ ἡ βοῦς κατὰ Σύρους. Μαρτυρεῖ δὲ σὺν ἄλλοις καὶ ὀ Περιηγητὴς, τὰς Αἰγυπτίας Θήβας λέγων Ὠγυγίας κληθῆναι. Φησὶ γὰρ οὕτω·

Θήβην Ὠγυγίην ἑκατόμπυλον· ἔνθα γεγωνὼς Μέμνων ἀντέλλουσαν ἑὴν ἀσπάζεται Ἠώ.

Οὗτος δὲ ὁ Λυκόφρων τὰς ἑπταπύλους ἀγνοῶν Ὠγυγίας καλεῖ. Σπαρτὸς δὲ λαός εἰσιν οἱ Θηβαῖοι· Κάδμος γὰρ ἐνελὼν τὸν φίλον τοῦ Ἄρεος δράκοντα, φύλακα τῶν τῆς Διρκης ὑδάτων ὑταρχοντα, ὅτι Σέριφον ἀνεῖλε καὶ Δηϊολέοντα, φίλους τοῦ Κάδμου, ὕδωρ πρὸς τὴν θυσίαν ἀποκομίζοντας, ἀνασπάσας τοὺς ὀσόντας αὐτοῦ, ἒσπειρε, οἱ Θηβαῖοι κατάγονται. Ἀλλὰ ταῦτα μυθικά. Παλαίφατος δὲ ὁ Στωικὸς, ψυχρῶς μὲν, ὄμως δὲ ἀλληγορικῶς, ὀδόντας ἔχειν ἐλεφάντων τὸν Κάδμον λέγει, ἐλθόντα ἐκ Φοινίκης, καὶ τούτους διασπείραντα συμμαχίαν λαχεῖν κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ. Ἀνδροτίων δὲ ὁ ἱστορικὸς μεταΠ σποράδων τινῶν φησὶ τὸν Κάδμον ἐκ Φοινίκης εἰς Θήβας ἐλθεῖν. Ἐγὼδε φημι, τὸν δράκοντα τοῦτον ληστὴν εἶναι, ἢ τοπαζχοῦντα. Ἐπιθέσθαι δὲ θύοντι τῷ Κάδμῳ, καὶ ἀνελεῖν τινὰς τῶν φίλων αὐτοῦ. Ὑστερον δὲ ὁ Κάδμος παραταξάμενος, αὐτόν τε κτείνει τὸν Δράκοντα, καὶ ἑτερους τῶν σὺν αὐτῷ, οὓς καὶ ὀδόντας καλεῖ, διὰ τὸ δηκρικοὺς εἶναι· πολλοὺς δ᾽ αὐτῶν καὶ διεσκόρπισεν, ὧν τινὰς καὶ ἀγχιστεῖς καὶ γαμβροὺς ἐποιήσατο.

Ὠγύγου σπαρτὸς λεὼς] Ἐλέχθη. Ἡ δὲ σύνταξις οὕτως· Ὅπου σε, ὦ Ἕκτορ, ἄξει ὁ σπαρτὸς λεὼς τοῦ Ὠγύγου εἰς τὰς Θήβας, τὴν τύρσιν καὶ τὸ τεῖχος τοῦ Καλύδνου, τὴν γῆν τε τῶν Ἀόνων. Ἄξει δὲ ποταπόν; σωτῆρα. Πότε; ὅταν κάμνωσι πολεμικῷ στρατῷ πορθοῦντι τόδε καὶ τόδε. Ἄξει δὲ πόθεν; ἀνειρύσας καὶ ἑλκύσας σε ἐξ Ὀφρυνοῦ, τόπου τῆς Τροίας. Ἄξει δὲ πεισθεὶς χρησμοῖς Ἰατροῦ, Λεψίου, Τερμινθέως, ἤτοι τοῦ Ἀπόλλωνος.

日本語訳

1206行目への注釈

]

]

原注

1.

改訂履歴