第4巻92話

Λούσαιο τὸν Πελίαν

Λούσαιο τὸν Πελίαν : αὕτη ἡ παροιμία παρήχθη ἐκ τῶν συμβεβηκότων τῷ Πελίᾳ· ὃν αἱ θυγατέρες αὐτοῦ εἰς λέβητα ζέοντα καθῆκαν, ἐξαπατηθεῖσαι ὑπὸ Μηδείας, ὡς νέον ποιήσουσαι, καὶ οὕτως αὐτὸν δαπανηθέντα ἀπώλεσαν. Πελίας γὰρ Ἰωλκοῦ ἐβασίλευσεν, ᾧ χρωμένῳ περὶ τῆς βασιλείας ἐθέσπισεν ὁ θεὸς τὸν μονοσάνδαλον φυλάξασθαι. Τὸ μὲν οὖν πρῶτον ἠγνόει τὸν χρησμὸν, αὖθις δὲ ὕστερον ἐπέγνω. Τελῶν γὰρ τῷ Ποσειδῶνι θυσίαν, ἄλλους τε πολλοὺς ἐπὶ ταύτῃ καὶ τὸν Ἰάσονα μετεπέμψατο. Ὁ δὲ ἐν τοῖς χωρίοις διατελῶν ἔσπευδεν ἐπὶ τὴν θυσίαν. Διαβαίνων δὲ ποταμὸν Ἄναυρον, ἐξῆλθε μονοσάνδαλος, τὸ ἕτερον ἀπολέσας ἐν τῷ ὕδατι πέδιλον. Θεασάμενος δὲ Πελίας αὐτὸν, καὶ τὸν χρησιμὸν συμβαλὼν ἠρώτα προςελθὼν, Τί ἂν ἐποιήσας ἐξουσίαν ἔχων, εἰ λόγιον ἦν σοι πρός τινος φονευθήσεσθαι τῶν πολιτῶν; Ὁ δὲ, Τὸ χρυσόμαλλον δέρας, ἔφη, προςέταττον ἂν φέρειν αὐτῷ. Τοῦτο Πελίας ἀκούσας, εὐθὺς ἐπὶ τὸ δέρας ἐλθεῖν ἐκαέλευσεν αὐτόν. Τοῦτο δὲ ἐν Κόλχιος ἦν Ἄρει ἀνατεθειμένον· ἐφρουρεῖτο δὲ ὑπὸ δράκοντος ἀΰπνου. Ἐπὶ τοῦτο πεμπόμενος Ἰάσων, ναῦν κατεσκεύασε πεντηκόντορον, τὴν οὕτω κληθεῖσαν Ἀφγὼ, ἀπὸ τοῦ ταύτην τεκτηναμένου Ἄργου. Καὶ τοὺς ἀρίστους τῆς Ἑλλάδος συναθροίσας ἀπέπλευσε. Καταλαβὼν δὲ εἰς Κόλχους Αἰήτην παρεκάκει τὸν τῆς Κολχικῆς βασιλεύοντα γῆς δοῦναι τὸ δέρας αὐτῷ. Τοῦ δὲ ἀπαρνουμένου τὴν δόσιν, Μήδεια ἡ τούτου θυγάτηρ ἔρωτα ἴσχει Ἰάσονος, καὶ αὐτῷ ἐπαγγέλλεται τὸ δέρας ἐγχειρίσασθαι, εἰ ὀμόσει αὐτὴν ἕξειν γυναῖκα καὶ εἰς Ἑλλάδα σύμπλουν ἀγάγηται. Ὀμόσαντος δὲ Ἰάσονος, νυκτὸς ἐπὶ τὸ δέρας Μήδεια τοῦτον ἤγαγε, καὶ τὸν φυλάσσοντα δράκοντα κατακοιμίσασα τοῖς φαρμάκοις, μετὰ Ἰάσονος ἔχουσα τὸ δέρας ἐπὶ τὴν Ἀργὼ πυραγίνεται. Συνείπετο δὲ αὐτῇ καὶ ὁ ἀδελφὸς Ἄψυρτος. Οἱ δὲ νυκτὸς μετὰ τούτων ἀνήχθησαν. Αἰήτης δὲ ἐπιγνοὺς τὰ τῇ Μηδείᾳ τετολμηνένα, ὥρμησε τὴν ναῦν διώκειν. Ἰδοῦσα δὲ αὐτὸν πλησίον ὄντα Μήδεια, τὸν ἀδελφὸν φονεύει, καὶ μελίσασα κατὰ τοῦ βυθοῦ ῥίπτει. Συναθροίζων δὲ Αἰήτης τὰ τοῦ παιδὸς μέλη τῆς διώξεως ὑστέρησεν. Ὑποστρέψας οὖν ὁ Ἰάσων εἰς Ἰωλκὸν, τὸ μὲν δέρας Πελίᾳ δίδωσι, περὶ ὧν δὲ ἠδικήθη μετελθεῖν ἐθέλων, παρεκάλει Μήδειαν ὅπως Πελίας αὐτῷ δίκας ὑφέξει. Ἡ δὲ πείθει τὰς θυγατέρας αὐτοῦ τὸν πατέρα καθεψῆσαι, ὑποσχομένη ποιῆσαι νέον. Καὶ τοῦ πιστεῦσαι χάριν, κριὸν μελίσασα καὶ καθεψήσασα, ἐποίησεν ἄρνα. Αἱ δὲ πιστεύσασαι τὸν πατέρα εἰς λέβητα ζέοντα ἐμβαλοῦσαι καθέψουσιν.

Ἐλούσαντο δὲ καὶ ἄλλοι πολλοὶ κακῶς. Μάγαν μὲν γὰρ τὸν τοῦ Φιλοπάτορος ἀδελφὸν ὁ Θεόγος λουόμενον καθήψησε, ζέοντα λέβητα ἐπικλύσας αὐτῷ. Μίνῳ δὲ τῷ Κρητῶν βασιλεῖ αἱ Κωκάλου θυγατέρες ἐπέχεαν ζέουσαν πίσσαν. Δαίδαλον γὰρ σὺν Ἰκάρῳ τῷ παιδὶ καθεῖρξε Μίνως ἐν τῷ Λαφυρίνθῳ, δι᾿ ὅπερ εἰργάσατο μύσος ἐπὶ τῷ τῆς Πασιφάης ἔρωτι τῷ πρὸς τὸν ταῦρον. Ὁ δὲ πτερὰ κατασκιυάσας ἑκαυτῷ καὶ τῷ παιδὶ, ἐξῆλθε τοῦ Λαβυρίνθου, καὶ ἀνπτάμενος ἔφυγε σὺν Ἰκάρῳ. Ἰκάρου μὲν οὐν μετεωρότερον φερομένου, καὶ τῆς κόλλης ὑπὸ τοὺ ἡλίου τακείσης, αἱ πτέρυγες διελύθησαν. Καὶ οὗτος μὲν εἰς τὸ ἀπ᾿ ἐκείνου κληθὲν Ἰκάριον πέλαγος καταπιπτει, Δαίδαλος δὲ διασώζεται. Ὁ Μίνως οὖν ἐδίωκε Δαίδαλον, καὶ καθ᾿ ἑκάστην χώραν ἐρευνῶν ἐκόμιζε κόχλον, καὶ πολύν ὑπισχνεῖτο δοῦναι μισθὸν τῷ διὰ τοῦ κοχλίου λίνον διείραντι, διὰ τούτου νομίζων εὐρήσειν Δαίδαλον. Ἐλθὼν δὲ εἰς Κώκαλον, παρ᾿ ᾧ Δαίδαλος ἐκρύπτετο, δείκνυσι τὸν κοχλίαν. Ὁ δὲ λαβὼν, ἐπηγγέλλετο διδείρειν, καὶ Δαιδάλῳ δίδωσιν· ὁ δὲ ἐξάψας μύρμηκος λίνον, καὶ τρήσας τὸν κοχλίαν, εἴασε δι᾿ αὐτοῦ διελθεῖν. Λαβὼν δὲ Μίνως τὸν λίνον διειρμένον, ἤσθετο εἶναι παρ᾿ ἐκείνῳ τὸν Δαίδαλον, καὶ εὐθέως ἀπῄτει. Κώκαλος δὲ ὑποσχόμενος δώσειν, ἐσένισεν αὐτόν. Ὁ δὲ λουσάμενος ὑπὸ τῶν Κωκάλου θυγατέρων ἀνῃρέθη, ζέουσαν πίσσαν ἐπιχεαμένων αὐτῷ.

改訂履歴


ギリシア語小辞トップに戻る
ギリシア語方言トップに戻る
ギリシア語文法トップに戻る
ギリシア神話トップに戻る
トップに戻る