アバリス
Ἄβαρις
Abaris

概要

出自

神話

引用

ヘーロドトス, 「歴史」, 4.36

καὶ ταῦτα μὲν Ὑπερβορέων πέρι εἰρήσθω: τὸν γὰρ περὶ Ἀβάριος λόγον τοῦ λεγομένου εἶναι Ὑπερβορέου οὐ λέγω, ὡς1 τὸν ὀιστὸν περιέφερε κατὰ πᾶσαν γῆν οὐδὲν σιτεόμενος. εἰ δὲ εἰσὶ ὑπερβόρεοι τινὲς ἄνθρωποι, εἰσὶ καὶ ὑπερνότιοι ἄλλοι. γελῶ δὲ ὁρέων γῆς περιόδους γράψαντας πολλοὺς ἤδη καὶ οὐδένα νοονεχόντως ἐξηγησάμενον: οἳ Ὠκεανόν τε ῥέοντα γράφουσι πέριξ τὴν γῆν ἐοῦσαν κυκλοτερέα ὡς ἀπὸ τόρνου, καὶ τὴν Ἀσίην τῇ Εὐρώπῃ ποιεύντων ἴσην. ἐν ὀλίγοισι γὰρ ἐγὼ δηλώσω μέγαθός τε ἑκάστης αὐτέων καὶ οἵη τις ἐστὶ ἐς γραφὴν ἑκάστη.
極北人については以上にとどめる。 極北人であったと伝えられるアバリスに関する物語などは、ここに述べるつもりはないからであるが、伝承によればこの男は一切食事をとらず、例の矢をもって世界中を廻ったという。 第一、もしヒュペルボレオイ(極北人)なる人種がいるとすれば、当然別にヒュペルノティオイ(極南人)もいるはずなのである。 これまですでに多くの人が世界地図を描き、しかもその誰一人としてその地図にもっともな説明を与えることができなかったのを見るにつけても、私は失笑を禁じ得ないのである。 この人たちは陸地があたかもコンパスで描いたごとく円形を成し、その周りをめぐってオケアノスが流れているように地図を描き、アジアをヨーロッパと同じ大きさとしている。 私は次に、これらの地域のそれぞれの大きさと、その形状を簡単に示すつもりなのである。
(松平千秋 訳)

オウィディウス, 「変身物語」, 5.85-88

Inde Semiramio Polydegmona sanguine cretum Caucasiumque Abarin Sperchionidenque Lycetum intonsumque comas Helicen Phlegyanque Clytumque sternit et exstructos morientum calcat acervos.
それから、セミラミス女王の血をひくポリュデグモンを、コーカサスのアバリスを、スペルケイオスの子リュケトスを、蓬髪ほうはつのヘリケスを、ついでプレギュアスを、クリュトスを打ち倒す。 目の前に築かれてゆく市街の山を、足で踏む。
(中村善也 訳)

ストラボーン, 「地誌」, 7 P.301

οἱ μέντοι πρὸ ἡμῶν καὶ μάλιστα οἱ ἐγγὺς τοῖς Ὁμήρου χρόνοις τοιοῦτοί τινες ἦσαν καὶ ὑπελαμβάνοντο παρὰ τοῖς Ἕλλησιν ὁποίους Ὅμηρός φησιν. ὅρα δὲ ἃ λέγει Ἡρόδοτος περὶ τοῦ τῶν Σκυθῶν βασιλέως, ἐφ᾽ ὃν ἐστράτευσε Δαρεῖος, καὶ τὰ ἐπεσταλμένα παρ᾽ αὐτοῦ. ὅρα δὲ καὶ ἃ λέγει Χρύσιππος περὶ τῶν τοῦ Βοσπόρου βασιλέων τῶν περὶ Λεύκωνα. πλήρεις δὲ καὶ αἱ Περσικαὶ ἐπιστολαὶ τῆς ἁπλότητος ἧς λέγω, καὶ τὰ ὑπὸ τῶν Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Ἰνδῶν [p. 414] ἀπομνημονευόμενα. διὰ τοῦτο δὲ καὶ ὁ Ἀνάχαρσις καὶ Ἄβαρις καί τινες ἄλλοι τοιοῦτοι παρὰ τοῖς Ἕλλησιν εὐδοκίμουν, ὅτι ἐθνικόν τινα χαρακτῆρα ἐπέφαινον εὐκολίας καὶ λιτότητος καὶ δικαιοσύνης. καὶ τί δεῖ τοὺς πάλαι λέγειν; Ἀλέξανδρος γὰρ ὁ Φιλίππου κατὰ τὴν ἐπὶ Θρᾷκας τοὺς ὑπὲρ τοῦ Αἵμου στρατείαν ἐμβαλὼν εἰς Τριβαλλούς, ὁρῶν μέχρι τοῦ Ἴστρου καθήκοντας καὶ τῆς ἐν αὐτῷ νήσου Πεύκης, τὰ πέραν δὲ Γέτας ἔχοντας, ἀφῖχθαι λέγεται μέχρι δεῦρο, καὶ εἰς μὲν τὴν νῆσον ἀποβῆναι μὴ δύνασθαι σπάνει πλοίων (ἐκεῖσε γὰρ καταφυγόντα τὸν τῶν Τριβαλλῶν βασιλέα Σύρμον ἀντισχεῖν πρὸς τὴν ἐπιχείρησιν), εἰς δὲ τοὺς Γέτας διαβάντα ἑλεῖν αὐτῶν πόλιν καὶ ἀναστρέψαι διὰ ταχέων εἰς τὴν οἰκείαν, λαβόντα δῶρα παρὰ τῶν ἐθνῶν καὶ παρὰ τοῦ Σύρμου. φησὶ δὲ Πτολεμαῖος ὁ Λάγου κατὰ ταύτην τὴν στρατείαν συμμῖξαι τῷ Ἀλεξάνδρῳ Κελτοὺς τοὺς περὶ τὸν Ἀδρίαν φιλίας καὶ ξενίας χάριν, δεξάμενον δὲ αὐτοὺς φιλοφρόνως τὸν βασιλέα ἐρέσθαι παρὰ πότον, τί μάλιστα εἴη ὃ φοβοῖντο, νομίζοντα αὐτὸν ἐρεῖν: αὐτοὺς δ᾽ ἀποκρίνασθαι ὅτι οὐδὲν πλὴν εἰ ἄρα μὴ ὁ οὐρανὸς αὐτοῖς ἐπιπέσοι, φιλίαν γε μὴν ἀνδρὸς τοιούτου περὶ παντὸς τίθεσθαι. ταῦτα δὲ ἁπλότητος τῆς τῶν βαρβάρων ἐστὶ σημεῖα, τοῦ τε μὴ συγχωρήσαντος μὲν τὴν ἀπόβασιν τὴν εἰς τὴν νῆσον, δῶρα δὲ πέμψαντος καὶ συνθεμένου φιλίαν, καὶ τῶν φοβεῖσθαι μὲν οὐδένα φαμένων, φιλίαν δὲ περὶ παντὸς τίθεσθαι μεγάλων ἀνδρῶν. ὅ τε Δρομιχαίτης κατὰ τοὺς διαδόχους ἦν1 Γετῶν βασιλεύς: ἐκεῖνος τοίνυν λαβὼν ζωγρίᾳ Λυσίμαχον ἐπιστρατεύσαντα αὐτῷ, δείξας τὴν πενίαν τήν τε ἑαυτοῦ καὶ τοῦ ἔθνους, ὁμοίως δὲ καὶ [p. 415] τὴν αὐτάρκειαν, ἐκέλευσε τοῖς τοιούτοις μὴ πολεμεῖν, ἀλλὰ φίλοις χρῆσθαι: ταῦτα δ᾽ εἰπών, ξενίσας καὶ συνθέμενος φιλίαν ἀπέλυσεν αὐτόν.

プラトーン, Charmid., P.158, B

ἰδέας, ὦ φίλε παῖ Γλαύκωνος, δοκεῖς μοι οὐδένα τῶν πρὸ σοῦ ἐν οὐδενὶ ὑποβεβηκέναι: εἰ δὲ δὴ καὶ πρὸς σωφροσύνην καὶ πρὸς τἆλλα κατὰ τὸν τοῦδε λόγον ἱκανῶς πέφυκας, μακάριόν σε, ἦν δ᾽ ἐγώ, ὦ φίλε Χαρμίδη, ἡ μήτηρ ἔτικτεν. ἔχει δ᾽ οὖν οὕτως. εἰ μέν σοι ἤδη πάρεστιν, ὡς λέγει Κριτίας ὅδε, σωφροσύνη καὶ εἶ σώφρων ἱκανῶς, οὐδὲν ἔτι σοι ἔδει οὔτε τῶν Ζαλμόξιδος οὔτε τῶν Ἀβάριδος τοῦ Ὑπερβορέου ἐπῳδῶν, ἀλλ᾽ αὐτό σοι ἂν ἤδη δοτέον εἴη τὸ

スーダ辞典, アバリスの項

Ἄβαρις Σκύθης, Σεύθου υἱός. συνεγράψατο δὲ χρησμοὺς τοὺς καλουμένους Σκυθικοὺς καὶ γάμον Ἕβρου τοῦ ποταμοῦ καὶ καθαρμοὺς καὶ θεογονίαν καταλογάδην, καὶ Ἀπολλωνος ἄφιξιν εἰς Ὑπερβορέους ἐμμέτρως. ἧκε δὲ ἐκ Σκυθῶν εἰς Ἑλλάδα. τούτου ὁ μυθολογούμενος ὀιστός, τοῦ πετομένου ἀπὸ τῆς Ἑλλάδος μέχρι τῶν ὑπερβορέων Σκυθῶν· ἐδόθη δὲ αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος. τούτου καὶ Γρηγόριος ὁ θεολόγος ἐ τῷ εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ μνήμην πεποίηται. φασὶ δὲ ὅτι λοιμοῦ κατὰ πᾶσαν τῆν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησί τε καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι· πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτούς, καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσι κατὰ τῆν νγ' ὀλυμπιάδα. ὅτι τοὺς Ἀβάρις οἱ Βούλγαροι κατὰ κράτος ἄρδην ἠφάνισαν. ὅτι οἱ Ἀβάρις οὗτοι ἐξήλασαν Σαβίνωρας, μετανάσται γενόμενοι ὑπὸ ἐθνῶν οἰκούντων μὲν τὴν παρωκεανῖτιν ἀκτήν, τὴν δὲ χώραν ἀπολιπόντων διὰ τὸ ἐξ ἀναχύσεως τοῦ ὠκεανοῦ ὁμιχλῶδες γενόμενον καὶ γρυπῶν δὲ πλῆθος ἀναφανέν, ὅπερ ἠν λόγος μὴ πρότερον παύσασθαι πρὶν ἢ βορὰν ποιήσασθαι τὸ τῶν ἀνθρώπων γένος. διὸ δὴ ὑπὸ τῶνδε ἐλαυνόμενοι τῶν δεινῶν τοῖς πλησιοχώροις ἐνέβαλον, καὶ τῶν ἐπιόντων δυνατωτέρων ὄντων οἱ τὴν ἔφοδον ὑφιστάμενοι μετανίσταντο, ὥσπερ καὶ οἱ Σαράγουροι ἐλαθέντες πρὸς τοῖς Ἀκατίροις Οὔννοις ἐγένοντο . κλίνεται δὲ Ἄβαρις Ἀβάριδος --- τοὺς Ἀβάριδας, καὶ κατὰ ἀποκοπὴν Ἀβάρις. ζήτει περὶ τῶν αὐτῶν ἐν τῷ Βούλγαροι.

パウサニアース, 「ギリシア案内記」, 3.13.2

Μεσσηνίων δὲ αἱ συμφοραὶ καὶ ὁ χρόνος, ὅσον ἔφυγον ἐκ Πελοποννήσου, πολλὰ τῶν ἀρχαίων καὶ κατελθοῦσιν ἐποίησεν ἄγνωστα, ἅτε δὲ ἐκείνων οὐκ εἰδότων ἔστιν ἤδη τοῖς ἐθέλουσιν ἀμφισβητεῖν. Λακεδαιμονίοις δὲ ἀπαντικρὺ τῆς Ὀλυμπίας Ἀφροδίτης ἐστὶ ναὸς Κόρης Σωτείρας: ποιῆσαι δὲ τὸν Θρᾷκα Ὀρφέα λέγουσιν, οἱ δὲ Ἄβαριν ἀφικόμενον ἐξ Ὑπερβορέων.

改訂履歴