アクテー
Ἀκτή
Akte

概要

出自

神話

引用

ステパノス・ビュザンティノス, Akteの項

Ἀκτή, οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. ἀνὴρ δὲ ἦν αὐτοχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ, καὶ ἀφ᾿ ἑαυτοῦ οὕτω τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς. Ἀπολλόδωρος δὲ τἀναντία φησίν. οὕτω γὰρ ἐκλήθη διὰ τὸ πολὺ μέρος αὐτῆς καθικνεῖσθαι εἰς θάλασσαν· τριγώνου γὰρ οὔσης αἱ συννεύουσαι ὑπὸ τὸ Σούνιον ἑκατέρωθεν δύο πλευραὶ παράλιοι τυγχάνουσι, δι᾿ ἃς τῶν ἐπὶ Κέκροπος φυλῶν τεττάρων οὐσῶν δύο προσηγόρευσαν Ἀκταίαν καὶ Παραλίαν. τὸ ἐθυνικὸν Ἀκταῖος καὶ Ἀκταία, καὶ Ἀκταιῒς, καὶ Ἀτθὶς, καὶ Ἀκτίτης, ἐξ οὗ τὸ Ἀκτίτου πέτρα ἐν τῇ τραγῳδίᾳ ἀντὶ τοῦ Ἀττικοῦ, ὡς αὐλὴ αὐλίτης. ἔστι καὶ Ἄκτιος Αἰγεὺς, ὡς Εὐφορίων Διονύσῳ. ἔστι καὶ Ἀκτιὰς, καὶ τὸ Ἄκτιον, ἀφ᾿ οὗ τὸ Ἀκτιώτης, ὡς Πηλιώτης, Ζεφυριώτης. ἄμεινον δὲ τοῦτο εἶναι ἀπὸ τοῦ Ἀκτία, τοῦ δηλοῦντος τήν τε χώραν καὶ Ἀττικὸς καὶ Ἀττικὴ κατὰ τροπὴν διὰ τὴν εὐφωνίαν. ἔστι καὶ Ἀκτὴ Μαγνησίας, ἀφ᾿ ἧς Ἄκτιος καὶ Ἐπάκτιος Ἀπόλλων τιμᾶται. ἔστι καὶ Πελοποννήσου, ὡς Θουκυδίδης. καὶ ἄλλη ἐν Βοσπόρῳ. καὶ ἕκτη ἐν Ἰωνίᾳ. Δημήτριος δὲ τῆς σημαντικῆς τοῦ αἰγιαλοῦ καὶ τῆς περὶ τὸν Ἄθω χώρας μόνον ἐμνημόνευσεν.

改訂履歴