エウボイア
Εὔβοια
Euboia

概要

出自

神話

引用

ステパノス・ビュザンティノス, エウボイアの項

Εὔβοια, νῆσος μία τῶν ἑπτᾲ περιμήκης, ἣ καὶ Μακρὶς, ἀπὸ Εὐβοίας. Ἡρόδοτος. ἔστι καὶ τόπος ἐν Ἄργει, ἔστι καὶ πόλις ἐν Μακεδονίᾳ, εἰς ἣν οἱ ἀπὸ τῆς νήσου εἰς Ἰλλυριοὺς ἀπιόντες Ἄβαντες ἐκλήθησαν τὸ ἐθνικὸν τῆς νήσου Εὐβοιεύς· καὶ Εὐβοιῒς τὸ θηλυκόν· καὶ Εὐβοιεὺς χωρὶς τοῦ ι. καί τοι ἀπὸ τῶν εἰς α παραγόμενα εἰς ευς φυλάττει τὴν παραλήγουσαν· διὸ καὶ τὸ Ἀλεξάνδρεια οὐ προϋπάρχει τοῦ Ἀλεξανδρεὺς, ἔδει γὰρ Ἀλεξανδρειεὺς, ἀλλ᾽ ἀπὸ τοῦ Ἀλέξανδρος, ὡς Ταρσὸς Ταρσεύς ἔστι καὶ Εὐβοεικὸς κτητικόν.

ステパノス・ビュザンティノス, アバンティスの項

Ἀβάντις, ἡ Εὔβοια. ὡς Ἡσίοδος ἐν Αἰγιμίου δευπέρῳ περὶ Ἰοῦς,
.... νήσοῳ ἐν Ἀβαντίδι δίῃ.
τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες,
τὴν τότ᾽ ἐπώνυμον Εὔβοιαν βοὸς ἀνόμασεν Ζεύς.
ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀγρείου, ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. τὸ ἐθνικὸν ὁμωνυμεῖ τῷ ἥρωϊ, ὡς Ἴων, Θεσσαλὸς, Ἀχαιὸς, Τρὼς, Δαναὸς, Λοκρός. τὸ δὲ Τευκρὸς διήλλαξεν· ὀξυνεται γάρ. τὸ κτητικὸν Ἀβάντειος, ἢ τοῦ κυρίου, ἢ τῶν Ἀβάντων, οὐ τόπου τινὸς Ἀβαντίου, ὡς τὸ Βυζαντίου, ἀλλ᾽ ὡς Θόας Θοάντειος. τὸ δ᾽ Ἡάντιος ἐθνικὸν συνέστειλεν Ἀπολλώνιος ἐν τῷ,
Ὑαντίου Ὀγχηστοῖο.
ἢ παρὰ λόγον, ὡς
Ποιάντιον ἀγλαὸν υἱόν.
Δοκεῖ δ᾽ ἀπὸ τοῦ Ἀβάντιος εἶναι τὸ Ἀβαντιὰς, ὡς ἀπὸ τοῦ Ἑλικώνιος Ἑλικωνιὰς, Ὀλύμπιος Ὀλυμπιὰς, Δήλιος Δηλιάς. τὸ δὲ Ἀβαντὶς ἀπὸ τῆς Ἀβαντος γενικῆς, ὡς Ἑλικωνὶς τῆς Ἑλικῶνος, Βίστονος Βιστονὶς, Αὔσονος Αὐσονίς. ἴσως δὲ καὶ τὸ Ἀβαντιὰς ἀπὸ τοῦ Ἀβαντὶς παρήχθη, ὡς ἀπὸ τοῦ Λέσβος Λεσβὶς Λεσβιὰς, Ἀχαιὶς Ἀχαιιάς·
Ἀχαιιάδων ἐϋπέπλων.
Μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ ἀπὸ τοῦ Ἀβάντιος Ἀβαντιὰς τὸ Ἀβαντία θηλυκόν· ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰς μ Αμαντία ἐκλήθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. Καλλίμαχος δὲ Ἀμαντίνην ὡς Λεοντίνην, αὐτὴν ἔφη·
καὶ Ἀμαντίνην ᾤκησαν Ὠρικίην.

改訂履歴