Πλαταιαί, πόλις Βοιωτίας. Ὅμηρος ἑνικῶς
οἵ τε Πλάτιαιαν ἔχον.
Εὔδοξος δὲ ἑ γῆς περιόδου πληθυντικῶς Πλαταιάς … δὲ διὰ τὸ τάφους καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθερωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. τὸ πληθυντικὸν ὀξύνων Ἡρωδιανὸς διὰ τὴν τοῦ ἀριθμοῦ [μεταβολὴν] ἐπεκρίνει
εἰ μέντοι μεταβάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει.
κέκλητοι δὲ ἀπὸ τῆς πλάτης τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ καταλόγου
ἐκλυμνωθείσης τῆς Βοιωτίας τοὺς παροικοῖντως ταῖς λ´μναις Βοιωτιὺς πλῷ πορεύεσθαι πρὸς ἀλλήλους. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι.
οἱ πολῖται Πλαταιεῖς, καὶ κατὰ συναίρεσιν ἀττικὴν τοὺς Πλαταιᾶς. καὶ Πλαταιᾶτις τὸ θηλυκὸν καὶ Πλαταιίσ. ἔστι καὶ νῆσος πρὸ Λιβύης· ταύτης οἱ πολῖται Πλατειεῖς. καὶ ἡ χώρα Πλαταϊκή. δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προπαροξύνειν Πλάταιαν, ὡς Λίλαιαν Ἱστίαιαν Δίκαιαν. τὸ ἐκ τόπου ἐπίρρημα Πλαταιόθεν καὶ εἰς τόπον Πλαταιάζε [καὶ ἐν τόπῳ Πλαταιᾶσι].