Τάναγρα, πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰ τὸ πλησίον εἶναι. ἐκαλεῖτο δὲ πρότερον Ποιμαδρία. Λυκόφρων,
ἣν ἐς βαθεῖαν λαιμίσσας Πομανδρίαν.
τὴν δὲ Γραῖαν ἔνιοι λέγουσι τὸ νῦν τῆς Θηβαϊκῆς καλούμενον ἕδος. τινὲς δὲ τὴν Ταναγραίαν· ὧν εἶς ἐστι καὶ Καλλίμαχος. Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν. ἔστι δὲ τόπος τῆς τῶν Ὠρωπίων πόλεως πρὸς τῇ θαλάττῃ. ὁ πολίτης Ταναγραῖος καὶ Ταναγρὶς ἀπὸ τοῦ Τάναγρα· καὶ τὸ Ταναγραῖον καὶ Ταναγρική. Ἡρόδοτος πέμπτῃ, Ταναγρικὴ μοῖρα. καὶ Μένανδρος, Ταναγρικὴ γυνή.
Γραῖαν] ἀπὸ Γραίας τῆς Μεδεῶνος θυγατρὸς, Λευκίππου δὲ γυναικός. Ταναγραῖοι γὰρ οὐκ ἐστράτευσαν, ὡς Εὐφορίων «οἳ πλόον ἠρνήσαντο καὶ ὅρκον Αἰγιαλήων.»
グライア(に) : メデオーンの娘であり、レウキッポスの妻グライアーにちなむ。
これゆえにタナグラの人々は軍隊を送らなかった。
エウポリオーンによれば「航海とアイギアレウス人たちによる誓いを拒んだ人たち」とのことである。
(2018.3.30 仮訳)
引用者注 : 『イーリアス』2.501にメデオーンというボイオーティアの都市が出て来る。 『イーリアス』2.498のグライアもボイオーティアの都市であることから、上記メデオーンは都市のメデオーンに名を与えた人、くらいの意味なのであろう。