テーレポス
Τηλέφος
Telephos Telephus(羅)
Télèphe(仏)

概要

出自

神話

引用

『イーリアス』1.59への古注, ,

Ἀτρείδη, νῦν ἄμμε ·αριμπλαγχθέντας] οἱ νεώτεροι ποιηταὶ ἐντεῦθεν σημειοῦνται ἱστοροῦντες τὰ περὶ τὴν Μυσίαν τὸν τρόπον τοῖτον. ἐν Τροίᾳ πλέοντεσ οἱ Ἕλληνες Μυσία προσίσχουσιν, καὶ ἀγνοο῀ντες αὐτὴν ἐπόρθουν, Τροίαν εἶναι νομίζοντες. Τήλεφος δὲ ὁ Ἡρακλέους καὶ Αὔγης τῆς Ἀλέου παῖς, βασιλεύων Μυσῶν καὶ ἰδὼν τὴν χώραν λεηλατουμένην, τοὺς Μυσοὺς καθοπλίσας, ἐπὶ τὰς ναῦς Ἕλληνας συνδιώξας πολλοὺς ἀπέκτεινεν. ὁρμήσαντος δὲ ἐπ᾿ αὐτὸν Ἀχιλλέως οὐ μείνας ἐδιώκετο· ἐν δὲ τῷ τρέχειν ἐμπλακεὶς ἀμπέλου κλήματι τὸν μηρὸν τιτρώσκεται, νεμεσήσαντος αὐρῷ Διονύσον, ὅτι ἄρα ὑπὸ τούτου τῶν ἀφῄρητο. οἱ δὲ Ἕλληνες ὑπε´στρεψαν εἰς τὸ Ἄργος Τήλεφος δὲ ἀνίατον ἔχων τὸ τραῦμα, εἰποντος θεοῦ μηδένα δύνασθαι αὐτὸν θεραπεῦσαι ἢ τὸν πρώσαντα, ἦλθεν εἰς Ἄργος, καὶ πίστιν δοὺς μὴ ἐπικουρήσειν Τρωσὶν ἐθεραπεύθη ὑπ᾿ Ἀχιλλέως, καὶ αὐτὸς ἔδειξε τὸν ἐπὶ Τροίαν πλοῦν. ταῦτα οἱ νεώτεροι· ὁ δὲ ποιητὴς λέγει Κάλχαντα ὑφηγήσασθαι τὸν ἐπὶ Ἴλιον πλοῦν.

ギリシア神話トップに戻る
トップに戻る