イーカロス
Ἴκαρος
Ikaros
Icarus(羅)
Icare(仏)

概要

ダイダロスの子。 父の作った翼でラビュリントスから逃亡しようとするとき、太陽に近づきすぎて翼が分解し、海に落ちて死んだ。

出自

父はダイダロス。 母はナウクラテー
(アポロドーロス, 『ギリシア神話』, E.1.12)

神話

引用

アポロドーロス, ,

12. ὅτι Μίνως, αἰσθόμενος τοῦ φεύγειν τοὺς μετὰ Θησέως, Δαίδαλον αἴτιον ἐν τῷ λαβυρίνθῳ μετὰ τοῦ παιδὸς Ἰκάρου καθεῖρξεν, ὃς ἐγεγέννητο αὐτῷ ἐκ δούλης Μίνωος Ναυκράτης. ὁ δὲ πτερὰ κατασκευάσας ἑαυτῷ καὶ τῷ παιδὶ ἀναπτάντι ἐνετείλατο μήτε εἰς ὕψος πέτεσθαι, μὴ τακείσης τῆς κόλλης ὑπὸ τοῦ ἡλίου αἱ πτέρυγες λυθῶσι, μήτε ἐγγὺς θαλάσσης, ἵνα μὴ τὰ πτερὰ ὑπὸ τῆς νοτίδος λυθῇ.

13. Ἴκαρος δὲ ἀμελήσας τῶν τοῦ πατρὸς ἐντολῶν ψυχαγωγούμενος ἀεὶ μετέωρος ἐφέρετο· τακείσης δὲ τῆς κόλλης πεσὼν εἰς τὴν ἀπ᾽ ἐκείνου κληθεῖσαν Ἰκαρίαν θάλασσαν ἀπέθανε. Δαίδαλος δὲ διασώζεται εἰς Κάμικον τῆς Σικελίας.

ミーノーステーセウスとその仲間の逃亡を知って、ダイダロスに罪ありとし、彼とミーノースの女奴隷ナウクラテーとの間に生れた子イーカロスを迷宮内に幽閉した。 彼は自分と子供のために翼を作りあげ、飛びあがらんとする時に、翼が太陽のためにそのにかわが溶けて、放れないように高みを、また翼が湿気のために放れないように海の近くを、飛ばぬように、と子供に命じた。 しかしイーカロスは父の命を無にして、夢中になってしだいに高く飛んだ。 そして膠が溶けて、彼の名によってイーカリアーと呼ばれている海に落ちて死んだ。 しかしダイダロスシシリカーミコスに無事に着いた。
(高津春繁 訳)

ストラボーン, 地誌, 14. 1. 19

παράκειται δὲ τῇ Σάμῳ νῆσος Ἰκαρία ἀφ᾽ ἧς τὸ Ἰκάριον πέλαγος. αὕτη δ᾽ ἐπώνυμός ἐστιν Ἰκάρου παιδὸς τοῦ Δαιδάλου, ὅν φασι τῷ πατρὶ κοινωνήσαντα τῆς φυγῆς, ἡνίκα ἀμφότεροι πτερωθέντες ἀπῆραν ἐκ Κρήτης, πεσεῖν ἐνθάδε μὴ κρατήσαντα τοῦ δρόμου: μετεωρισθέντι γὰρ πρὸς τὸν ἥλιον ἐπὶ πλέον περιρρυῆναι τὰ πτερὰ τακέντος τοῦ κηροῦ. τριακοσίων δ᾽ ἐστὶ τὴν περίμετρον σταδίων ἡ νῆσος ἅπασα καὶ ἀλίμενος πλὴν ὑφόρμων, ὧν ὁ κάλλιστος Ἱστοὶ λέγονται: ἄκρα δ᾽ ἐστὶν ἀνατείνουσα πρὸς ζέφυρον. ἔστι δὲ καὶ Ἀρτέμιδος ἱερὸν καλούμενον Ταυροπόλιον ἐν τῇ νήσῳ καὶ πολισμάτιον Οἰνόη, καὶ ἄλλο Δράκανον ὁμώνυμον τῇ ἄκρᾳ ἐφ᾽ ᾗ ἵδρυται, πρόσορμον ἔχον: ἡ δὲ ἄκρα διέχει τῆς Σαμίων ἄκρας τῆς Κανθαρίου καλουμένης ὀγδοήκοντα σταδίους, ὅπερ ἐστὶν ἐλάχιστον δίαρμα τὸ μεταξύ. νυνὶ μέντοι λιπανδροῦσαν Σάμιοι νέμονται τὰ πολλὰ βοσκημάτων χάριν.

( 訳)

ツェツェース, 千行詩編, 1. 498-506

Καὶ φεύγει πρὸς τὸν Μίνωα. οὗπερ Ναυκράτῃ δούλῃ Μιγεὶς Ἰκάριον γεννᾷ. οὓς κατασχών ὁ Μίνως, Ὡς τῇ μοιχείᾳ γυναικὸς αὑτοῦ συνηργηκότας,500 Ἔμελλε πάντως ἀνελεῖν, δεσμωτηρίῳ κλείσας. Οὗτοι δ᾿ ἀπδρασκάσαντες ἐκ τοῦ δεσμωτηρίου, Πτερὰ τε περιθέμενοι, φεύγουσι δι᾿ αἰθέρος. Ἰκάριος κατέπεσε φεύγων δὲ τῷ πελάγε, Ἀφ᾿ οὗπερ καὶ Ἰκάριον πέλαγος ὠνομάσθη.505 Ὁ Δαίδαλος δ᾿ εἰς Κάμινον σώζεται Σικελίας.

彼はミーノースの許へと逃げてゆく。そこで、奴隷女のナウクラテーと 共寝するのだ、イーカロスを生んだ女と。彼女を従えていたのはミーノースで ( 訳)

ゼーノビオス, Centuria, 4. 92

Λούσαιο τὸν Πελίαν : αὕτη ἡ παροιμία παρήχθη ἐκ τῶν συμβεβηκότων τῷ Πελίᾳ· ὃν αἱ θυγατέρες αὐτοῦ εἰς λέβητα ζέοντα καθῆκαν, ἐξαπατηθεῖσαι ὑπὸ Μηδείας, ὡς νέον ποιήσουσαι, καὶ οὕτως αὐτὸν δαπανηθέντα ἀπώλεσαν. Πελίας γὰρ Ἰωλκοῦ ἐβασίλευσεν, ᾧ χρωμένῳ περὶ τῆς βασιλείας ἐθέσπισεν ὁ θεὸς τὸν μονοσάνδαλον φυλάξασθαι. Τὸ μὲν οὖν πρῶτον ἠγνόει τὸν χρησμὸν, αὖθις δὲ ὕστερον ἐπέγνω. Τελῶν γὰρ τῷ Ποσειδῶνι θυσίαν, ἄλλους τε πολλοὺς ἐπὶ ταύτῃ καὶ τὸν Ἰάσονα μετεπέμψατο. Ὁ δὲ ἐν τοῖς χωρίοις διατελῶν ἔσπευδεν ἐπὶ τὴν θυσίαν. Διαβαίνων δὲ ποταμὸν Ἄναυρον, ἐξῆλθε μονοσάνδαλος, τὸ ἕτερον ἀπολέσας ἐν τῷ ὕδατι πέδιλον. Θεασάμενος δὲ Πελίας αὐτὸν, καὶ τὸν χρησιμὸν συμβαλὼν ἠρώτα προςελθὼν, Τί ἂν ἐποιήσας ἐξουσίαν ἔχων, εἰ λόγιον ἦν σοι πρός τινος φονευθήσεσθαι τῶν πολιτῶν; Ὁ δὲ, Τὸ χρυσόμαλλον δέρας, ἔφη, προςέταττον ἂν φέρειν αὐτῷ. Τοῦτο Πελίας ἀκούσας, εὐθὺς ἐπὶ τὸ δέρας ἐλθεῖν ἐκαέλευσεν αὐτόν. Τοῦτο δὲ ἐν Κόλχιος ἦν Ἄρει ἀνατεθειμένον· ἐφρουρεῖτο δὲ ὑπὸ δράκοντος ἀΰπνου. Ἐπὶ τοῦτο πεμπόμενος Ἰάσων, ναῦν κατεσκεύασε πεντηκόντορον, τὴν οὕτω κληθεῖσαν Ἀφγὼ, ἀπὸ τοῦ ταύτην τεκτηναμένου Ἄργου. Καὶ τοὺς ἀρίστους τῆς Ἑλλάδος συναθροίσας ἀπέπλευσε. Καταλαβὼν δὲ εἰς Κόλχους Αἰήτην παρεκάκει τὸν τῆς Κολχικῆς βασιλεύοντα γῆς δοῦναι τὸ δέρας αὐτῷ. Τοῦ δὲ ἀπαρνουμένου τὴν δόσιν, Μήδεια ἡ τούτου θυγάτηρ ἔρωτα ἴσχει Ἰάσονος, καὶ αὐτῷ ἐπαγγέλλεται τὸ δέρας ἐγχειρίσασθαι, εἰ ὀμόσει αὐτὴν ἕξειν γυναῖκα καὶ εἰς Ἑλλάδα σύμπλουν ἀγάγηται. Ὀμόσαντος δὲ Ἰάσονος, νυκτὸς ἐπὶ τὸ δέρας Μήδεια τοῦτον ἤγαγε, καὶ τὸν φυλάσσοντα δράκοντα κατακοιμίσασα τοῖς φαρμάκοις, μετὰ Ἰάσονος ἔχουσα τὸ δέρας ἐπὶ τὴν Ἀργὼ πυραγίνεται. Συνείπετο δὲ αὐτῇ καὶ ὁ ἀδελφὸς Ἄψυρτος. Οἱ δὲ νυκτὸς μετὰ τούτων ἀνήχθησαν. Αἰήτης δὲ ἐπιγνοὺς τὰ τῇ Μηδείᾳ τετολμηνένα, ὥρμησε τὴν ναῦν διώκειν. Ἰδοῦσα δὲ αὐτὸν πλησίον ὄντα Μήδεια, τὸν ἀδελφὸν φονεύει, καὶ μελίσασα κατὰ τοῦ βυθοῦ ῥίπτει. Συναθροίζων δὲ Αἰήτης τὰ τοῦ παιδὸς μέλη τῆς διώξεως ὑστέρησεν. Ὑποστρέψας οὖν ὁ Ἰάσων εἰς Ἰωλκὸν, τὸ μὲν δέρας Πελίᾳ δίδωσι, περὶ ὧν δὲ ἠδικήθη μετελθεῖν ἐθέλων, παρεκάλει Μήδειαν ὅπως Πελίας αὐτῷ δίκας ὑφέξει. Ἡ δὲ πείθει τὰς θυγατέρας αὐτοῦ τὸν πατέρα καθεψῆσαι, ὑποσχομένη ποιῆσαι νέον. Καὶ τοῦ πιστεῦσαι χάριν, κριὸν μελίσασα καὶ καθεψήσασα, ἐποίησεν ἄρνα. Αἱ δὲ πιστεύσασαι τὸν πατέρα εἰς λέβητα ζέοντα ἐμβαλοῦσαι καθέψουσιν.

Ἐλούσαντο δὲ καὶ ἄλλοι πολλοὶ κακῶς. Μάγαν μὲν γὰρ τὸν τοῦ Φιλοπάτορος ἀδελφὸν ὁ Θεόγος λουόμενον καθήψησε, ζέοντα λέβητα ἐπικλύσας αὐτῷ. Μίνῳ δὲ τῷ Κρητῶν βασιλεῖ αἱ Κωκάλου θυγατέρες ἐπέχεαν ζέουσαν πίσσαν. Δαίδαλον γὰρ σὺν Ἰκάρῳ τῷ παιδὶ καθεῖρξε Μίνως ἐν τῷ Λαφυρίνθῳ, δι᾿ ὅπερ εἰργάσατο μύσος ἐπὶ τῷ τῆς Πασιφάης ἔρωτι τῷ πρὸς τὸν ταῦρον. Ὁ δὲ πτερὰ κατασκιυάσας ἑκαυτῷ καὶ τῷ παιδὶ, ἐξῆλθε τοῦ Λαβυρίνθου, καὶ ἀνπτάμενος ἔφυγε σὺν Ἰκάρῳ. Ἰκάρου μὲν οὐν μετεωρότερον φερομένου, καὶ τῆς κόλλης ὑπὸ τοὺ ἡλίου τακείσης, αἱ πτέρυγες διελύθησαν. Καὶ οὗτος μὲν εἰς τὸ ἀπ᾿ ἐκείνου κληθὲν Ἰκάριον πέλαγος καταπιπτει, Δαίδαλος δὲ διασώζεται. Ὁ Μίνως οὖν ἐδίωκε Δαίδαλον, καὶ καθ᾿ ἑκάστην χώραν ἐρευνῶν ἐκόμιζε κόχλον, καὶ πολύν ὑπισχνεῖτο δοῦναι μισθὸν τῷ διὰ τοῦ κοχλίου λίνον διείραντι, διὰ τούτου νομίζων εὐρήσειν Δαίδαλον. Ἐλθὼν δὲ εἰς Κώκαλον, παρ᾿ ᾧ Δαίδαλος ἐκρύπτετο, δείκνυσι τὸν κοχλίαν. Ὁ δὲ λαβὼν, ἐπηγγέλλετο διδείρειν, καὶ Δαιδάλῳ δίδωσιν· ὁ δὲ ἐξάψας μύρμηκος λίνον, καὶ τρήσας τὸν κοχλίαν, εἴασε δι᾿ αὐτοῦ διελθεῖν. Λαβὼν δὲ Μίνως τὸν λίνον διειρμένον, ἤσθετο εἶναι παρ᾿ ἐκείνῳ τὸν Δαίδαλον, καὶ εὐθέως ἀπῄτει. Κώκαλος δὲ ὑποσχόμενος δώσειν, ἐσένισεν αὐτόν. Ὁ δὲ λουσάμενος ὑπὸ τῶν Κωκάλου θυγατέρων ἀνῃρέθη, ζέουσαν πίσσαν ἐπιχεαμένων αὐτῷ.

( 訳)

, イーリアスへの古注, 2巻145行への注

145. πόντου Ἰκαρίοιο] τοῦ Ἰκαρίου πελάγους, κεκλημένου οὕτως ἀπὸ Ἰκάρου τοῦ Δαιδάλου παιδὸς, πεσόντος εἰς αὐτὸ καὶ ἀπλομένου οὕτως. μετὰ τὴν τῆς Πασιφάης πρὸς τὸν ταῦρον μιξιν Δαίδαλος εὐλαβούμενος τὴν Μίνως ὀργὴν, πτερωτὸς σὺν Ἰκάρῳ τῷ υἱεῖ ἐφέρετο· καταμεσόντος δὲ τοῦ παιδὸς τὸ ὑποκείμενον πέλαγος Ἰκάριον μετωνομάσθη. ὁ μέντοι Δαίδαλος διαπτὰς εἰς Κάμικον τῆς Σικελίας καὶ τὸν υἱὸν αὐτοῦ ἐκδεχόμενος ἔμεινε παρὰ ταῖς Κωκάλου θυγατράσιν, ὑφ᾿ ὧν ὁ Μίνως, ἥκων εἰς ἐπαναζήτησιν τοῦ Δαιδάλου, ἀποθνήσκει καταχεθέντος αὐτοῦ ζεστοῦ ὕδατος. ἱστορεῖ Φιλοστέφανος καὶ Καλλίμαχος ἐν Αἰτίοις.

* ἐπὶ τὸ Ἰκαρίοιο στιγμή· βραχὺ δὲ διαστελοῦμεν ἐπὶ τὸ ἀγορή.

( 訳)

ANOTHER "IKAROS"
イーカロス (ダイダロスの子)
イーカロス (カーリアの王)

改訂履歴