テーセウスの母。
父はピッテウス。 母は不詳。
144. Αἴθρη, Πιτθῆος θυγάτηρ] εἰ μὲν τὴν Θησέως λέγει μητέρα, ἀθετητέον· ἀπίθανον γάρ ἐστιν Ἑλένης ἀμφίπολον εἶναι τὴν οὕτως ὑπεραρχαίν, ἢν οὐκ ἐκποιεῖ ζῆν διὰ τὸ μῆκος τοῦ χρόνου. εἰ δὲ ὁμωνυμία ἐστὶ, καθάπερ καὶ ἐπὶ πλειόνων, δύναται μένειν· καὶ γὰρ ἄλλοι εἰσὶν ὁμώνυμοί τινες κατὰ τὰ Ἰλιακὰ, Ἄδραστος, Τεύθρας, Οἰνόμαος.
ἑτέρα τῆς Θησέως μητρός ἐστιν αὕτη ἡ Αἴθρα· αἰσχρὸν γὰρ ὑπάρχει θεραπαίνης τρόπῳ ἀκολουθεῖν τῇ Ἑλένῃ τὴν Αἴθραν ἑκυρὰν νομισθεῖσαν. ὡς γὰρ ἱστορεῖ Ἑλλάνικος, Πειρίθους καὶ Θησεὺς, ὁ μὲν Διὸς ὢν, ὁ δὲ Ποσειδῶνος, συνέθεντο γαμῆσαι Διὸς θυγατέρας, καὶ ἁρπάσαντες τὴν Ἑλένην κομιδῆ νέαν παρατίθενται εἰς Ἄφιδναν τῆς Ἀττικῆς Αἴθρῃ τῇ Πιτθέως μὲν θυγατρὶ, μητρὶ δὲ Θησέως. οὕτως εἰς Ἅιδου παραγίνονται ἐπὶ τὴν Περσεφόνην. οἱ δὲ Διόσκουροι, μὴ ἀπολαμβάνοντες τὴν ἀδελφὴν, τὴν Ἀττικὴν πορθοῦσιν, Αἴθραν δὲ αἰχμαλωτίζονσιν.
144行 アイトレー, ピッテウスの娘] テーセウスの母という人がいるが、あり得ないことだ。 というのも、ヘレネーの侍女でいるには、年を取りすぎているからで、その時間的な長さ故に彼女が生きていることはあり得ない。 同じ人だとしたら