ΥΠΟΘΕΣΙΣ
ΤΟΥ
ΠΟΙΗΜΑΤΟΣ
梗概

リュコプローンの著作について(1) ⇒

ギリシア語原文

Πρίαμος, ὁ Λευκίππης καὶ Λαομέδοντος, ἐξ Ἑκάβης τῆς Δύμαντος, ἢ καὶ τῆς Κισσέως θυγατρὸς, διδύμους παῖδας γενιᾷ, Κασσάνδραν, τὴν καὶ Ἀλεξάνδραν, καὶ Ἕλενον, οὓς ἐν τῷ τοῦ Θυμβραίου ναῷ Ἡλιου Ἀπόλλωνος ἐκόμισαν καὶ τὰ τούτων ἑτέλουν γενέθλια. Συμποσιάσαντες δὲ καὶ κωμάσαντες πανημερίως ἐν τῷ ναῷ περὶ ἑσπέραν πρὸς τὴν πόλιν, καὶ εἰς τοὺς βασλικοὺς θαλάμους, καὶ τὰ ἀνάκτορα ὑπεχώρησαν λήθῃ κατά τινας ἐάσαντες τοὺς παῖδας ἐν τῷ ναῷ κατ᾽ ἐμὲ δὲ οἰκείᾳ γνώμῃ τοῦτο ἐξ ἔθους κρατοῦντος ἐποίησαν; ἔκ τινων γὰρ συμβάντων ἐπεγίνωσκεν, ὁποῖοί τινες ἂν ἀποβαῖεν οἱ παῖδες. Οὕτω γοῦν καὶ οἱ περὶ Πρίαμον περὶ τοὺς εἰρημένους παῖδας ἐποίησαν. Τῇ ἐπαύριον δὲ τῷ ναῷ προσελθόιτες ὄφεις ἐσπειρημένους τοῖς παισὶν εὖρον καὶ τὰ αἰσθητήρια τούτων καθαίροντας, μηδὲν δὲ λυμαινομένους αὐτούς. Ἀπόλλων δέ τις χρησμολόγος καὶ μάντις ὑπάρχων ἐν τῷ ῥηθέντι ἱερῷ τοῦ Ἡλίου μαντικοὺς εἶπε γενέσθαι τοὺς παῖδας, οὓς καὶ αὔξην λαβόντας ἐδίδασκε τὴν μαντικήν. Ὑποσχνεῖτο δὲ τῇ Κασσάνδρᾳ, εἰ συγγένοιτο αὐτῇ, αρίστην αὐτὴν μάντιν ποῆσαι. Μὴ πεθομένης δ᾽ ἐκείνης τοῦτο ποιῆσαι ἐκήρυξεν ὁ χρησμολόγος ἐκεῖνος Ἀπολλων, ὡς οὐ μάντις ἐστὶν ἡ Κασσάνδρα, μαινόμενα δὲ καὶ παράφρονα φθεγγεταί. Ὅθεν ὁ πατὴρ ἐς πετρώροφον οἴκημα καθείρξας αὐτήν, ἵνα μὴ δοκῇ τοῖς Τρωσὶ μαίνεσθαι καὶ διαπαίζεσθαι, πρὸς ταξέ τινα τρόχιν, ἤτοι ἄγγελον, ἐστῶτα, καὶ ἀκροώμενον ταύτης αὐτῷ ἀπαγγέλλειν. Ὃς ἄγγελος μοναδῶς καὶ μινοπροσώπως τῷ Πριάμῳ κατὰ λεπτὸν τὸ λαληθὲν τῇ Κασσάνδρᾳ πᾶν ἀφηγεῖται λέγων αὐτῷ: Λέξω σοι, ὦ Πρίαμε, ἀληθῶς περὶ πάντων τῶν λαληθέντων τῇ Κασσάνδρᾳ, ὅσων τε αὐτὸς μνημονεύω, καὶ οὐκ ἀποδεδράκασί μου τὴν μνήμην. Ἢ οὕτω: Τὰ πάντα, ὦ Πρίαμε, περὶ ὧν ἐρατᾶς, ἵνα σοι εἴπω, λέξω ἐξ αὐτοῦ πρώτου λόγου, ἀφ᾽ οὗ ἤρξαντο ἡ Κασσάνδρα λέγειν, μέχρι καὶ τέλους. Εἰ δ᾽ εἰς μῆκος ὁ λόγος ἔλθῃ, ἤτοι ἐὰν μακρὸς γένηται ὁ λόγος μου: μὴ ἀποκνήσῃς ἀκούειν καὶ διὰ τοῦτο ὀργισθῇς, ἀλλὰ συγγνωμόνει, ἤτοι μακρόθυμος ἔσο πολυλογοῦντί μοι. Διότι οὐχ ὡς ἤνοιγε πρῶτον ἡ Κασσάνδρα τὸ στόμα αὐτῆς ἡσύχως, οὕτω καὶ νῦν ἤνοιξε τὸ ἄρτι γεγονὸς ποκίλον, ἀλλὰ πολλὴν κραυγὴν ἐκ τοῦ στόματος ἐξενεγκοῦσα σύμμικτον περὶ τῶν προγεγονότων καὶ μελλόντων γενέσθαι ἐκ τῶν λαιμῶν αὐτῆς τῶν μαντικῶν ἐξήνεγκεν. Ἐκ τούτων δὲ πάντων, ὧν εἶπεν ἡ Κασσάνδρα, ἄτινα ἐν τῇ ψυχῇ μου ἔχω καὶ ἀπομνημονεύσω, ἄκουσον: Ἀναδίαχθητι, ὦ βασιλεῦ; ἀναστρέφων δὲ ταῦτα ἐν τῷ λογισμῷ σου μετέρχου τοὺς δυςνοήτους λόγους τῶν μαντευμάτων τῆς Κασσάνδρας ἀνερευνῶν, ὅπου τε ἄγει κατ᾽ ἴχνες ἡ ἀληθὴς καὶ φανερὰ ὁδός. (Εἰ δὲ εἰς μῆκος ὁ λόγος ἔλθοι: συγγνωμόνει.) πολλὰ γὰρ εἶτε μὴ ἡσυχάζουσα. Καὶ δὴ σὺ μὲν ἄκουε, ἐγὼ δ᾽ ἀπάρχομαι λέγειν.

Ἡ μὲν ἡμέρα ἤδη ὑπηύγαζεν ἐξ Ὠκεανοῦ ἀνατέλλουσα, οἱ ναῦται δέ, οἱ μετ᾽ Ἀλεξάνδρου λύσαντες τὰ ἀπόγεια καὶ ἀνασπάσαντες τὰς ἀγκύρας καὶ ἀναπετάσαντες τὰ ἱστία, κώπαις τὴν θάλασσαν ἔπληττον, ἐφεροντο δὲ πλέοντεςἀρκτικοῦ πιέοντος ἀνέμου ἐκεῖθεν τῶν Καλυδων~ν, ἅπερ εἰσὶ Τρωικὰ νησύδρια: ἡ δὲ Κασσάνδρα ἐκ τοῦ ὑψηλοῦ ἀνωροφου αὐτῆς θαλάμου τὰ κατὰ Τροίαν ἀπάρχεται θρηνῳδεῖν οὕτως. Ἀλλὰ ταῦτα μὲν ἀρκούντως ἐῤῥέθη: λέξομεν δὲ καὶ περὶ τῆς ἐπιγραφῆς.

Διατί Λυκόφρονος Ἀλεξάνδρα ἐπεγράφη τὸ παρὸν ποίημα; πρὸς ἀντιδιαστολὴν τῶν λοιπῶν τοῦ Λυκόφρονος ποιημάτων; εἶπον γὰρ, ὅτι ξδ᾽ ἢ μϛ' τραγῳδιῶν ἐποίησε δράματα. Κασσάνδρα δὲ λέγεται παρὰ τὸ κάσιν ἀνδρεῖον ἔχειν τὸν ἕκτορα; Αἰολικῶς δὲ γράφεται διὰ δύο σσ. Ἀλεξάνδρα δὲ ἢ παρὰ τὸ ἀλύξαι καὶ ἐκφυγεῖν τὴν τῶν ἀνδρῶν σονουσίαν, ἢ παρὰ τὸ ἀλεξεῖν καὶ βοηθεῖν τοῖς ἀνδράσιν ἤτοι τοῖς ἀνθρώποις διὰ τῶν χρησμῶν. Ταῦτα δὲ καὶ ψυργά εἰσιν· ὅμως δὲ διά τινας τῶν μωρῶν τῶν τὰ τοιαυτα λῆρα ἀπαιτούντων γραπτέον καὶ ταῦτα. Ὡς καὶ τὸ, διατί λέγεται Λυκόφρων; διὰ τὸ αἰνιγματωδῶς καὶ πανούργως λέγειν; καὶ γὰρ οἱ λύκοι πανοῦργοι. Περίεχει δὲ τόδε τὸ ποίημα χρησμοὺς καὶ τὴν ἀφ᾽ Ἡρακλέους ἱστορίαν μέχρι τῆς τῶν Ῥωμαίων ἀρχῆς ἔξωχεν παρεμπλεκομένης καὶ ἄλλης ποικίλης ἱστορίας. Νοητέον δὲ κατὰ τὴν ἐκτὸς ὑπόθεσιν τὸν Πρίαμον ἠρωτηκέναι τὸν ἄγγελον περὶ ὧν ἡ Κασσάνδρα ἀπεφθέγγετο, τὸν δὲ ἄνωθεν διηγούμενον ἅπαντα. Ἀλλ᾽ ἐκβάλλεται παρά τισι τὸ προοίμιον, οὐδὲ γὰρ φαίνεται ἐρωτῶν ὁ Πρίαμος. Ἡ δὲ ἱστορία τοιαύτη:

ἀπόλλων ἐρασθεὶς Κασσάνδρας ἐδίωκεν αὐτήν. Αὕτη δε ὑπ᾽ αὐτοῦ καταλαμβανομένη τὸν γάμον. Τοῦ δὲ Θεοῦ παρασχόντος, τοὺς γάμους αὐτῷ διεψεύσατο: ὅθεν ὀργισθεὶς ὁ Θεὸς τὴν μὲν μαντικὴν ὡς θεῖον οὖσαν δῶρον ἀπ᾿ αὐτῆς οὐκ ἀφείλετο; ἀπιστεῖθαι δὲ αὐτὴν ἐποίησε μαντευομένην τὰ ἀληθῆ καὶ ὡς μαινομένην ἡγεῖσθαι.

日本語訳

行目への注釈

]

原注

1.

改訂履歴