ΠΕΡΙ
ΓΕΝΟΥΣ ΚΑΙ ΒΙΟΥ ΚΑΙ ΤΩΝ ΓΕΓΡΑΜΜΕΝΩΝ
ΛΥΚΟΦΡΟΝΟΣ

リュコプローンの生涯と評伝

梗概⇒

ギリシア語原文

Ὁ Λυκόφρων οὑτοσὶ τῷ μὲν γένει ἦν Χαλκιδεὺς, υἱὸς Σωκλέους, ἢ Λύκου τοῦ ἱστοριογράφου κατα τινας. Ἦν δὲ εἶς τῶν ἑπτὰ ποητῶν, οἵτινες διὰ τὸ ἑπτὰ εἶναι τῆς Πλειάδος ἐλέγοντο, ὧν τὰ ὀνόματα ταῦτα: Θεόκριτος ὁ τὰ βουκολικὰ ποιήσας, Ἄρατος ὁ τὰ Φαινόμενα γράψας καὶ ἕτερα, Νίκανδρος Αἰαντίδης, ἢ Ἀπολλώνις ὁ τὰ Ἀργοναυτικὰ, Φίλικος, Ὅμηρος, ὁ νέος Τραγικὸς (ἔστι γὰρ καὶ ἕτερος Ὅμηρος, οὗπερ ἐγὼ τὸν Ἡσίοδον νομίζω γενέσθαι ἰσόχρονον, κᾄνπερ τὰ τοῦ παλαιοῦ Ὁμήρου μετατρέπωσί τινες εἰς αὐτόν.) ὁ ἀνδρομάχου Βυζάντιος, δράματα ποιήσας νζ', καὶ οὗτος ὁ Λυκόφρων κἂν ἕτεροι μὴ εἰδότες ἄλλους Φασὶν εἶναι τῆς Πλειάδος. Ἧσαν δὲ οὗτοι ἐν χρόνοις Προλεμαίου τοῦ Φιλαδελφου καὶ Βερενίκης, οἳ παῖδς ἧσαν ἀμφότεροι Πτολεμαίου τοῦ Λαγωοῦ, καὶ Βερενικης τῆς Ἀντιγόνου θυγατρὸς. Εὐδοκίμει δὲ τότε Λυκόφρων οὐ τοσοῦτον διὰ τὴν ποίησιν, ὅσον διὰ τὸ λεγειν ἀναγραμματισμοὺς, οἶον, ὅτι Πτολεμαῖος ἀπὸ μέλιτος λέγει μεταγραμματιζόμενον; Ἀρσινόη δὲ ἴον Ἥρας, καὶ ἄλλα τοιαῦτα ὅμοια. Οὗτος ὀ Λυκόφρων τοῖς φιλαναγνωσροῖσι τῶν νέων χαριζόμενος τὸ παρὸσν βιβλίον ἐξέθετο ἱστοριῶν τυγχάνον ἀνάμεστον; τὰ γὰρ ἀφ᾽ Ἡρακλέος καὶ τῶν Τρωικῶν μέχρις Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ κατωτέρω συντεμὼν πάντα γράφει, καὶ περὶ τὸ τέλος τοῦ βιβλίου ἀνατρέχει καὶ κατ᾽ ἐπιδρομὴν λέγει καὶ τὴν ἁρπαγὴν τῆς Ἰοῦς τὴν παρὰ τῶν Φοινικων, ὅθεν ὁ πόλεμος ἀνεῤῥάγη Βαρβάροις καὶ Ἕλλησιν.

日本語訳

行目への注釈

]

原注

1.

改訂履歴