ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΤΖΕΤΖΟΥ
ΠΡΟΛΕΓΟΜΕΝΑ
ΕΙΣ ΤΟΥΣ ΠΟΙΗΤΑΣ
イサアキオス・ツェツェースによる
序文
詩人について

リュコプローンの生涯⇒

ギリシア語原文

Τοῖς τῶν ποιητικῶν βίβλων κατάρχεσθαι μέλλουσι δέον εἰδέναι πρῶτον τὰς τῶν ποιητῶν διαφορὰς, ειθ᾽ οὕτως ἐκείνων ταῖς βίβλοις εἰςβάλλειν, ἵν᾽ εἰδοῖεν, ὁποίου εἴδους τῶν ποητῶν μετέρχονται βίβλους. Τὸ ποιητὴς γὰρ ἀπροςδιορίστως λεγόμενον, γενικόν ἐστιν ὄνομα καὶ ὁμώνυμον, εἰς εἴδη διαιρούμενον πλείονα: εἰς τὸν κατ᾽ ἐξοχὴν καὶ ἀπροςδιορίστως λεγόμενον Ποιητὴν, εἰς Λυρικὸν, εἰς Διθυραμβικὸν, εἰς Ἰαμβογράφον, Τραγικὸν, Σατυρικὸν, Κωμικὸν, εἰς Ἐλεγειογράφον, εἰς Ἐπιγραμματογράφον, τον καὶ Ἀναθηματικὸν, εἰς Ὑμνογράφον, εἰς Αισματογράφον, τὸν καὶ Ἀοιδὸν, εἰς Ἐπιθαλαμιογράφον, εἰς Μονῳδὸν, καὶ εἰς μυρία ἕτερα εἴδη, ἅπερ μακρόν ἐστι λέγειν καὶ ὀχληρὸν, καίπερ ἀκριβῶς ἐπιστάμενον.

Λεκτέον δέ μοι τὰ τῶν ῥηθέντων ποητῶν γνωρίσματα καὶ χαρακτηρίσματα. Τῶν μὲν οὖν ἀπροςδιορίστως καὶ κατ᾽ ἐξοχὴν ποητῶν καλουμένων τέσσαρα ταῦτα τυγχάνει τὰ γνωρίσματα: μέτρον ἡρωϊκὸν, μῦθος ἀλληγορικὸς, ἱστορία παλαιὰ, καὶ ποὰ λέξις, ὦν χωρὶς ἐποποιοὶ λέγονται. Γεγόνασι δὲ ὀνομαστοὶ ποηταὶ πέντε: Ὅμηρος ὁ παλαιὸς, Ἡσίοδος, Πανύασις, Ἀντίμαχος καὶ Πείσανδρος. Νεόι δὲ μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ. Καὶ ταῦτα μὲν τὰ γνωρίσματα τῶν καλουμένων κατ᾽ ἐξοχὴν ποητῶν. Λυρικῶν δὲ γνωρίσματᾳ τὸ πρὸς λύραν τὰ τούτων ᾄδεσθαι μέλη, καὶ χορὸς ἐστὼς κυκλικῶς ἄνδρας ἔχων παντήκοντα, οἵπερ καὶ δῶρον ταῦρον ἐλάμβανον. Καὶ Διθυραμβικοῖς δὲ τοῦτο κοινόν. Οἱ Διθυραμβικοὶ δὲ τῶν Λυρικῶν εἵχόν τι πλέον, τὸ πρὸς διόνυσον πολυστρόφους πλέκειν τοὺς ὕμνους, καὶ τρίποδα ἐλάμβανον: διὸ καὶ Διθύραμβοι ἀπὸ τοῦ Διονύσου ἐλέγοντο, τοῦ διὰ δύο θυρῶν βάντος, τῆς τε γαστρὸς τῆς Σεμελης, καὶ τοῦ μηροῦ τοῦ Διός. Λυρικοὶ δὲ ὀνομαστοὶ δέκα: Στησίχορος, Βακχυλίδης, Ἴβυκος, Ἀνακρέων, Πίνδαρος, Σιμωνίδης, Ἀλκμὰν, Ἀκαῖος, Σαπφὼ καὶ Κόριννα. Διθυραμβικὸς δὲ, διάσημος ποιητὴς, Φιλόξενος ὁ Κυθήριος. (Διθύραμβον δὲ ἤτοι κυκλικὸν χορὸν ἐν Κορίνθῳ πρῶτος ἔστησεν Ἀρίων ὁ Μηθυμιαῖος. Δρύτεροσ δὲ Λάτος Χαβρίου, Ἑρμιονεύς.) Ἰαμβογράφων δὲ ποητῶν γνώρισμα λοιδορίαι δι᾽ ἰάμβων, καταχρηστικῶς δὲ καὶ δι᾽ ἑτέρου οἵου δή τινος μέρτου. Ἀριπρεπεῖς δὲ Ἰαμβογράφοι τρεῖς: Ἀνανίας, Ἀρχίλοχος, Ἱππώναξ. Τραγικῶν δὲ καὶ Σατυρικῶν καὶ Κωμικῶν ποιητῶν κοινὸν μεν τὸ τετραγώνως ἔχειν ἱστάμενον τὸν χορὸν καὶ τὸ λαμβαν'νειν τράγον ἢ τρύγα, τοῦτ᾽ ἔστι νέον οἶνον, καὶ μιμητικῶς ἐν τῇ θυμέλῃ τὰ τούτων δράματα λέγεσθαί τε καὶ δρᾶσθαι: διάφορον δὲ αὐτοῖς τὸ τὴν κωμῳδίαν γέλωτα ἔχειν καὶ σκώμματα καὶ ις' χορεντάς; τὴν δὲ τραγῳδίαν καὶ τοὺς Σατύρους ἐπίσης μὲν ἔχειν χορευτὰς ια', διαφέρειν δὲ πρὸς ἀλλήλους, ὅτι ἡ μὲν τραγῳδία θρήνους μόνον ἔχει καὶ οἰμωγάς, ἡ δὲ Σατυρικὴ ποίησις συγκιρᾷ ταῖς ὀλοφύρσεσιν ἱλαρότητα καὶ ἀπὸ δακρύων εἰς χαρὰν καταντᾷν εἴωθε. Διαφέρει δὲ καὶ κατὰ τοῦτο τραγῳδία καὶ κωμῳδία, ὅτ᾽ ἡ μὲν ταγῳδία λύει τὸν βίον, ἡ δὲ κωμῳδία συνίστησι. Κωμῳδία δὲ ἐκλήτη, ἢ ὅτι κατὰ τὸν καιρὸν τοῦ κώματος ἤτοι τοῦ ὕπνου εὑρέθη, ἢ ὅτι ἐν ταῖς κώμαις, τοῦτ᾿ ἔστιν ἐν ταῖς στενωπαῖς, ἢ ἐν ταῖς κώμαις, τοῦτ᾽ ἔστιν ἐν τοῖς μεγίστοις χωρίοις, ἢ ὅτι ἐν τοῖς κώμοις καὶ πότοις τοῦ Διονύσου εὑρέθη. Ἡ δὲ τραγῳδία ἀπὸ τοῦ τράγον ἢ τρύγα, τοῦτ᾽ ἔστι νέον οἶνον, λαμβάνειν, ἢ ἀπὸ τοῦ τρυγὶ χρίσασθαι τὰ πρόσωπα κατ᾽ ἀρχάς, ἢ ὅτι τετραγώνωνς ἵσραντο, τετραγῳδία καὶ τραγῳδία, ἢ ἀπὸ τοῦ τραχείας ᾐδὰς ἔχειν τοὺς θρήνους τραχῳδία καὶ τραγῳδία ἐκλήθη. Ἡ Σατυρικὴ δὲ ἀπὸ τῶν Σατύρων ἐκλήθη τῶν εὑρόντων αὐτὴν, ἤτοι γεωργῶν καὶ εὐτελῶν αἰθρώπων. Τραγῳδοὶ δὲ ποιηταί: Ἀρίων, Θέσπισ, Φρύνιχος, Αἰσχύλος, Σοφοκλῆς, Εὐριπίδης, Ἴων, Ἀχαιὸς και ἕτεροι μύριοι νέοι. Κωμῳδοὶ πραττόμενοι: Κρατῖνος, Πλάτων, Εὔπολις, Φερεκράτης, Ἀριστοφάνης καὶ ἕτεροι; καὶ νέοι: Μένανδρος, Φιλήμων, Φιλιστίων καὶ πλῆθος πολύ. Σατυρικὸς δέ: Πραίνας καὶ ἕτεροι. Καὶ ταῦτα μὲν περὶ Τραγικῶν, Σατυρικῶν, καὶ Κωμικοῶν ποιητῶν.

Ἐλεγειογράφων δὲ γνωρίσματα ποιητῶν τὸ πρὸς τοὺς τεθνηκότας οἴκτους γεγραφέναι, καὶ ὀλοφύρσεις ἐν ἐλεγείῳ τῷ μέτρῳ κυρίως, καταχρηστικῶς δὲ καὶ ἐν ἑτέρῳ. Ἐλεγείων δὲ ποηταί: Καλλίμαχος, Μίμνερμος καὶ Φιλητὰς. Ἐπιγραμματογράφων δὲ, τῶν καὶ Ἀναθεματικῶν, γνωρίσματα τὸ γεγραφέναι εἰς ἀνδριάντας ἐπιγράμματα καὶ εἰς τὰ ἐν ναοῖς ἀναθήματα καὶ εἰς ἕτερα τοιαῦτά τινα, ὡς Ὅμηρος ἐποίησεν ἐπὶ τῇ δοθείσῃ τούτῳ φιάλῃ παρὰ τῶν Μήδου υἱῶν, ἣν ἀνέθετο τῷ ἐν Δελφοῖς Ἀπόλλωνι ἐπιγράψας οὕτω:

Φοῖβε ἄναξ, δῶρόν τοι ἑλὼν τόδ᾽ Ὅμηρος ἔδωκα Σῇσιν ἐπιφροσύνκις: σὺ δέ μοι κλίος ἐσθλὸν ὀπάζοις.

Ἐπιγραμματογράφοι δὲ ποιηταί: Σιμωνίδης ὁ παλαιὸς, οὗ Ἡρόδοτος μέμνηται, Ἀλκαῖος ὁ νέος, ὃς ἦν ἐπὶ Οὐεσπασιανοῦ τοῦ Ῥωμαίου καὶ Τίτου, Ἀθήναιος, Πρόκλος, Παλλαδὰς, Ἀγαθίας καὶ ἕτεροι μύριοι. Ὑμνογράφοι δὲ ποιηταί, οἱ εἰς Θεοὺς γράφοντεσ ὕνμους, ὥσπερ ὁ παλαιὸς ἐκεῖνος Ὀρφεύς, Ὅμηρος, Ἡσίοδος, Ἀσκληπιάδης καὶ ἕτεροι; ἔγραψε γὰρ ὁ Ὀρφεὺς χωρὶς τῶν ἀστρολογικῶν καὶ ἐπῳδικῶν καὶ μαγικῶν καὶ τῶν ἑτέρων καὶ ὕμνους εἰς Δία καὶ τοὺς λοιποὺς οὕτω:

Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος, ἀργικέραυνος, Ζεὺς κεφαλή, Ζεὺς μέσσα: Διὸς δ᾽ ἐκ πάντα τέτυκται.

Καὶ Ὅμηρος:

Μνῄσομαι, οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο.

Καὶ οἱ λοιποὶ ὁμοίως, ἵνα μὴ μακρολογῶ: οὐ γὰρ ἀγνοῶ τὰ τούτων καὶ ἑτέρων πλειόνων. Ἀισματογράφων δὲ, τῶν καὶ Ἀοιδῶν, γνωρίσματα τὸ ᾄσματα καὶ ᾠγὰς γράφειν πρὸς μουσικὴν καὶ φόρμιγγα καὶ βάρβιτον καὶ κιθάραν καὶ πᾶν ὄργανον μουσικῶς ᾀδόμενον: οἷοίπερ ἦσαν ποιηταὶ, ὡς ὁ ΦαληρευΠς Δημήτριος γράφει, Αὐτομήδης κὰ Δημόδοκος καὶ Χαῖρις οἱ Κερκυραῖοι, καὶ ὁ Ὀθακήσιος Φήμιος καὶ οἱ λοιποί, οὓς ὁ Φαληρεὺς Δημήτειος γράγει; οὐδ᾽ αὐτοὺς ἀγνοῶ. Ἐπιθαλαμιογράφοι δὲ ποηταὶ, ὅσοι πρὸς τοὺς νυνφίους ἐν γάμοις ἐγκώμια ἔγραφον, οἶος ἦν ὁ Ἀγαμήτωρ ὁ Φαρσάλιος καὶ ἕτεροι: καὶ Ἡσίοδος αὐτὸς γράψας ἐπιθαλάμιον εἰς Πηλέα καὶ Θέτιν:

Τρὶς μάκαρ Αἰακίδη, καὶ τετράκις ὄλβιε Πηλεῦ, Ὃς τοῖςδ᾽ ἐν μεγάροις ἱερὸν λέχος εἰςαναβαίνεις.

Μονῳδοὶ δὲ ποιηταὶ λέγονται οἱ μονοπροςώπως γεγραφότες ἐπιταφίους ᾠδάς, καταχρηστικῶς δὲ καὶ οἱ μονοπροςώπως ὅλην τὴν ὑπόθεσιν ἀφηγούμενοι, ὥσπερ νῦν ἐν τῆδε τῇ Ἀλεξάνρᾳ ὁ Λυκόφρων ποιεῖ; παριστᾷ γὰρ τὸν θεράποντα μόνον ὅλην τὴν ὑποθεσιν ἀφηγούμενον. Ἀλλαχοῦ δὲ οὗτος ὁ Λυκόφρων Τραγικός ἔστι ξδ᾽ ἢ μς' Τραγῳδιῶν δράματα γεγραφώς. Ἀλλ᾽ ἐπειδὴ τὴν περὶ τοὺς ποιητὰς διωρθώσαμέν τε καὶ ἠκριβώσαμεν διαίρεσιν: λέγειν ἐστὶν ἁρμόδιον καὶ περὶ τοῦ μονῳδοῦ τούτου Λυκόφρονος.

日本語訳

行目への注釈

]

原注

1.

改訂履歴