第1巻1話
Ἀβυδηνὸν ἐπιφόρημα
Ἀβυδηνὸν ἐπιφόρημα : ἐπι ἀηδῶν τάττεται ἡ παροιμία. Μέμνηται δὲ αὐτῆς Εὔδοξος ἐν Ὑποβολιμαίῳ. Φασὶ δὲ ὅτι τοῖς Ἀβυδηνοῖς ἔθος ἦν μετὰ τὸ δεῖπνον καὶ τὰς σπονδὰς προςάγειν τοὺς παῖδας μετὰ τῶν τιτθῶν τοῖς εὐωχουμένοις· κακραγότων δὲ τῶν παίδων καὶ θορύβου γινομένου διὰ τὰς τίτθας, ἀηδίαν εἶναι πολλὴν τοῖς δαιρυμόσιν. Εἴρηται δὲ ἡ παροιμία καὶ ἀπὸ τοῦ ὑπ᾿ αὐτῶν συκοφαντεῖσθαι τοὺς σένους· ἔνθεν Ἀριστοφάνης τὸν συκοφάντην Ἀβυδοκόμην εἶπεν.