§317.
英語原文
Pure final clauses regularly take the subjunctive if the leading verb is primary, and the optative if the leading verb is secondary. E.g.
Νῦν δ᾿ ἔρχεσθ᾿ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. Il. ii. 381. Σοὶ δ᾿ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν᾿ εἰδῇς αὐτὸς σῷ θυμῷ εἰδῶσι δὲ πάντες Ἀχαιοί. Od. ii. 111. Εἴπω τι δῆτα κἄλλ᾿ ἵν᾿ ὀργίζῃ πλέον ; Soph. O.T. 364. Καὶ γὰρ βασιλεὺς αἱρεῖται, οὐχ ἵνα ἑαυτοῦ καλῶς ἐπιμελῆται, ἀλλ᾿ ἵνα καὶ οἱ ἑλόμενοι δι᾿ αὐτὸν εὖ πράττωσι. Xen. Mem. iii. 2, 3. Δοκεῖ μοι κατακαῦσαι τὰς ἁμάξας, ἵνα μὴ τὰ ζεύγη ἡμῶν στρατηγῇ. Id. An. iii. 2, 27. Πρὸς τοὺς ζῶντας, ἵνα μηδὲν ἄλλ᾿ εἴπω, τὸν ζῶντα ἐξέταζε. Dem. xviii. 318. (Here the final clause depends on some implied expression like I say this.) Ὤρνυθ᾿, ἵν᾿ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν. Od. v. 2. Φίλος ἐβούλετο εἶναι τοῖς μέγιστα δυναμένοις, ἵνα ἀδικῶν μὴ διδοίη δίκην. Xen. An. ii. 6, 21. Τὸ ψήφισμα τοῦτο γράφω (hist. pres.), ἵν᾿ οοὕτω γίγνοινθ᾿ οἱ ὅρκοι, καὶ μὴ κύριος τῆς Θρᾴκης κατασταίη. Dem. xviii. 27.
Βουλὴν δ᾿ Ἀργείοις ὑποθησόμεθ᾿, ἥ τις ὀνήσει, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. Il. viii. 36. Διανοεῖται αὐτὴν (γέφυραν) λῦσαι, ὡς μὴ διαβῆτε, ἀλλ᾿ ἐν μέσῳ ἀποληφθῆτε. Xen. An. ii. 4, 17. Πέφνε δ᾿ Εὔρυτον, ὡς Αὐγέαν λάτριον μισθὸν πράσσοιτο. Pind. Ol. x. (xi.) 31. Καί σ᾿ ἐξέπεμπον, ὡς μόνη κλύοις. Soph. Ant. 19. Ἔπεμψα ὡς πύθοιτο. Id. O.T. 71. Τοῦτο οὗπερ ἕνεκα φίλων ᾤετο δεῖσθαι, ὡς συνεργοὺς ἔχοι. Xen. An. i. 9, 21.
Τὸν δὲ μνηστῆρες λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται ἐξ Ἰθάκης. Od. xiv. 181. Μέθες τόδ᾿ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς. Soph. El. 1205. Εἰς καιρὸν ἥκείς, ὅπως τῆς δίκῃς ἀκούσῃς. Xen. Cyr. iii. 1, 8. Παρακαλεῖς ἰατροὺς, ὅπως μὴ ἀποθάνῃ. Id. Mem. ii. 10, 2. Οἷμαι δὲ ταῦτα γίγνεσθαι, οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν οἱ πολῖται, οὐδ᾿ ὅπως τοὶς αὐτοὺς αὐλητὰς ἐπαινῶσιν, οὐδ᾿ ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται, οὐδ᾿ ἵνα τοῖς αὐτοῖς ἥδωνται, ἀλλ᾿ ἵνα τοῖς νόμοις πείθωνται. Id. Mem. iv. 4, 16. Ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι. Od. xiv. 312. Ἀφικόμην, ὅπως σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι. Soph. O.T. 1005. Ἐπρεσβεύοντο ἐγκλήματα ποιούμενοι, ὅπως σφίσιν ὅτι μεγίστη πρόφασις εἴη τοῦ πολεμεῖν. Thuc. i. 126.
Κεπαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς. Il. i. 524. Ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ᾿ ἵμεν, ὄφρα σε πέμψω. Od. vi. 255. Αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾿ ἑτοιμάσατ᾿, ὄφρα μὴ οἶος Ἀργείων ἀγέραστος ἔω. Il. i. 118. Δόμον Φερσεφόνας ἐλθὲ, ὄφρ᾿ ἰδοῖσ᾿ υἱὸν εἴπῃς. Pind. Ol. xiv. 20. Ὣς ὁ μὲν ἔνθα κατέσχετ᾿ ἐπειγόμενός περ ὁδοῖο, ὄφρ᾿ ἕταιρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν. Od. iii. 284.
Ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε, μή τι νοήσῃ Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω. Il. i. 522. Οὐ δῆτ᾿ αὐτὸν ἄξεις δεῦτο, μή τις ἀνρπάσῃ ; Soph. Aj. 986. Λυσιτελεῖ ἐᾶσαι ἐν τῷ παρόντι, μὴ καὶ τοῦτον πολέμιον προσθώμεθα. Xen. Cyr. ii. 4, 12. Λέγεται εἰπεῖν ὅτι ἀπιέναι βούλοιτο, μὴ ὁ πατήρ τι ἄχθοιτο καὶ ἡ πόλις μέμφοιτο. Ib. i. 4, 25. Λοῦσαι κέλετ᾿, ὡς μὴ Πρίαμος ἴδοι υἱὸν, μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο. Il. xxiv. 582.
For the relative frequency of the final particles, see Appendix III.
日本語解釈