オーケアノスの娘。 ケルコープスたちの母。 (スーダ辞典, ケルコーペス(ケルコープスたち)の項)
父はオーケアノス。 母は不詳。 (スーダ辞典, ケルコーペス(ケルコープスたち)の項)
系譜を説明するための名前以上の情報がない。
Κέρκωπες. δύο ἀδελφοὶ ἧσαν ἐπὶ γῆς, πᾶσαν ἀδικίαν ἐπιδεικνύμενος, καὶ ἐλέγοντο Κέρκωπες, ἐν τῆς τῶν ἔργων δεινότητος οὕτως ἐπονομαζόμενοι. ὁ μὲν γὰρ αὐτῶν Πάσσαλος ἐλέγετο· ὁ δὲ, Ἄκμων. ἡ δὲ μήτηρ Μεμνονὶς ταῦτα ὁρῶσα ἔλεγε, μὴ περιτυχεῖν Μελαμπύγῳ· τουτέστι τῳ Ἡρακλεῖ. Φησὶ δὲ αὐτοὺς ὁ Ξεναγόρας εἰς πιθήκους μεταμορφωτηναι, διὰ τὴν κακοήθειαν, καὶ τὰς Πιθηκούσας ἀπ᾽ αὐτῶν ὀνομαθῆναι νήσοις. τὰ δὲ ὀνόματα αὐτῶν Κάνδουλος καὶ Ἄτλας. οὗτοι οἱ Κέρκωπες, ὥς φασιν ἄλλοι, ἐκ Θείας καὶ Ὠκεανοῦ οὕς φασιν ἀπολιθωθῆναι, διὰ τὸ ἐγχειρεῖν ἀπατῆσαι τὸν Δία. ἡ δὲ παροιμία, Κερκωπίνειν· ἣν ὁ Χρύσιππος ἀπὸ τῶν σαινόντων τῇ κέρκῳ ζώων φησὶ μετενηνέχθαι.